Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 18.13 | Dem. 18.16 (English) | >>Dem. 18.19 |
18.14καὶ μὴν εἴ τι τῶν ἄλλων ὧν νυνὶ διέβαλλε καὶ διεξῄει ἢ καὶ ἄλλʼ ὁτιοῦν ἀδικοῦντά μʼ ὑμᾶς ἑώρα , εἰσὶ νόμοι περὶ πάντων καὶ τιμωρίαι , καὶ ἀγῶνες καὶ κρίσεις πικρὰ καὶ μεγάλʼ ἔχουσαι τἀπιτίμια , καὶ τούτοις ἐξῆν ἅπασι χρῆσθαι , καὶ ὁπηνίκʼ ἐφαίνετο ταῦτα πεποιηκὼς καὶ τοῦτον τὸν τρόπον κεχρημένος τοῖς πρὸς ἐμέ , ὡμολογεῖτʼ ἂν ἡ κατηγορία τοῖς ἔργοις αὐτοῦ .
18.15νῦν δʼ ἐκστὰς τῆς ὀρθῆς καὶ δικαίας ὁδοῦ καὶ φυγὼν τοὺς παρʼ αὐτὰ τὰ πράγματʼ ἐλέγχους , τοσούτοις ὕστερον χρόνοις αἰτίας καὶ σκώμματα καὶ λοιδορίας συμφορήσας ὑποκρίνεται · εἶτα κατηγορεῖ μὲν ἐμοῦ , κρίνει δὲ τουτονί , καὶ τοῦ μὲν ἀγῶνος ὅλου τὴν πρὸς ἔμʼ ἔχθραν προΐσταται , οὐδαμοῦ δʼ ἐπὶ ταύτην ἀπηντηκὼς ἐμοὶ τὴν ἑτέρου ζητῶν ἐπιτιμίαν ἀφελέσθαι φαίνεται .
18.16καίτοι πρὸς ἅπασιν , ὦ ἄνδρες Ἀθηναῖοι , τοῖς ἄλλοις οἷς ἂν εἰπεῖν τις ὑπὲρ Κτησιφῶντος ἔχοι , καὶ τοῦτʼ ἔμοιγε δοκεῖ καὶ μάλʼ εἰκότως ἂν λέγειν , ὅτι τῆς ἡμετέρας ἔχθρας ἡμᾶς ἐφʼ ἡμῶν αὐτῶν δίκαιον ἦν τὸν ἐξετασμὸν ποιεῖσθαι , οὐ τὸ μὲν πρὸς ἀλλήλους ἀγωνίζεσθαι παραλείπειν , ἑτέρῳ δʼ ὅτῳ κακόν τι δώσομεν ζητεῖν · ὑπερβολὴ γὰρ ἀδικίας τοῦτό γε .
πάντα μὲν τοίνυν τὰ κατηγορημένʼ ὁμοίως ἐκ τούτων ἄν τις ἴδοι , οὔτε δικαίως οὔτʼ ἐπʼ ἀληθείας οὐδεμιᾶς εἰρημένα · βούλομαι δὲ καὶ καθʼ ἓν ἕκαστον αὐτῶν ἐξετάσαι , καὶ μάλισθʼ ὅσʼ ὑπὲρ τῆς εἰρήνης καὶ τῆς πρεσβείας κατεψεύσατό μου , τὰ πεπραγμένʼ ἑαυτῷ μετὰ Φιλοκράτους ἀνατιθεὶς ἐμοί . ἔστι δʼ ἀναγκαῖον , ὦ ἄνδρες Ἀθηναῖοι , καὶ προσῆκον ἴσως , ὡς κατʼ ἐκείνους τοὺς χρόνους εἶχε τὰ πράγματʼ ἀναμνῆσαι , ἵνα πρὸς τὸν ὑπάρχοντα καιρὸν ἕκαστα θεωρῆτε .
18.17
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 18.13 | Dem. 18.16 (English) | >>Dem. 18.19 |